1 ἦν
δὲ
ἄνθρωπος
ἐκ
τῶν
Φαρισαίων,
Νικόδημος
ὄνομα
αὐτῷ,
ἄρχων
τῶν
Ἰουδαίων·
2 οὗτος
ἦλθεν
πρὸς
αὐτὸν
νυκτὸς
καὶ
εἶπεν
αὐτῷ·
ῥαββί,
οἴδαμεν
ὅτι
ἀπὸ
θεοῦ
ἐλήλυθας
διδάσκαλος·
οὐδεὶς
γὰρ
δύναται
ταῦτα
τὰ
σημεῖα
ποιεῖν
ἃ
σὺ
ποιεῖς,
ἐὰν
μὴ
ᾖ
ὁ
θεὸς
μετ'
αὐτοῦ.
3 ἀπεκρίθη
Ἰησοῦς
καὶ
εἶπεν
αὐτῷ·
ἀμὴν
ἀμὴν
λέγω
σοι,
ἐὰν
μή
τις
γεννηθῇ
ἄνωθεν,
οὐ
δύναται
ἰδεῖν
τὴν
βασιλείαν
τοῦ
θεοῦ.
4 λέγει
πρὸς
αὐτὸν
ὁ
Νικόδημος·
πῶς
δύναται
ἄνθρωπος
γεννηθῆναι
γέρων
ὤν;
μὴ
δύναται
εἰς
τὴν
κοιλίαν
τῆς
μητρὸς
αὐτοῦ
δεύτερον
εἰσελθεῖν
καὶ
γεννηθῆναι;
5 ἀπεκρίθη
(ὁ)
Ἰησοῦς·
ἀμὴν
ἀμὴν
λέγω
σοι,
ἐὰν
μή
τις
γεννηθῇ
ἐξ
ὕδατος
καὶ
πνεύματος
οὐ
δύναται
εἰσελθεῖν
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ.
6 τὸ
γεγεννημένον
ἐκ
τῆς
σαρκὸς
σάρξ
ἐστιν
καὶ
τὸ
γεγεννημένον
ἐκ
τοῦ
πνεύματος
πνεῦμά
ἐστιν.
7 μὴ
θαυμάσῃς
ὅτι
εἶπόν
σοι·
δεῖ
ὑμᾶς
γεννηθῆναι
ἄνωθεν.
8 τὸ
πνεῦμα
ὅπου
θέλει
πνεῖ
καὶ
τὴν
φωνὴν
αὐτοῦ
ἀκούεις,
ἀλλ'
οὐκ
οἶδας
πόθεν
ἔρχεται
καὶ
ποῦ
ὑπάγει·
οὕτως
ἐστὶν
πᾶς
ὁ
γεγεννημένος
ἐκ
τοῦ
πνεύματος.
9 ἀπεκρίθη
Νικόδημος
καὶ
εἶπεν
αὐτῷ·
πῶς
δύναται
ταῦτα
γενέσθαι;
10 ἀπεκρίθη
Ἰησοῦς
καὶ
εἶπεν
αὐτῷ·
σὺ
εἶ
ὁ
διδάσκαλος
τοῦ
Ἰσραὴλ
καὶ
ταῦτα
οὐ
γινώσκεις;
11 ἀμὴν
ἀμὴν
λέγω
σοι
ὅτι
ὃ
οἴδαμεν
λαλοῦμεν
καὶ
ὃ
ἑωράκαμεν
μαρτυροῦμεν,
καὶ
τὴν
μαρτυρίαν
ἡμῶν
οὐ
λαμβάνετε.
12 εἰ
τὰ
ἐπίγεια
εἶπον
ὑμῖν
καὶ
οὐ
πιστεύετε,
πῶς
ἐὰν
εἴπω
ὑμῖν
τὰ
ἐπουράνια
πιστεύσετε;
13 καὶ
οὐδεὶς
ἀναβέβηκεν
εἰς
τὸν
οὐρανὸν
εἰ
μὴ
ὁ
ἐκ
τοῦ
οὐρανοῦ
καταβάς,
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου,
14 καὶ
καθὼς
Μωϋσῆς
ὕψωσεν
τὸν
ὄφιν
ἐν
τῇ
ἐρήμῳ
οὕτως
ὑψωθῆναι
δεῖ
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου,
15 ἵνα
πᾶς
ὁ
πιστεύων
ἐν
αὐτῷ
ἔχῃ
ζωὴν
αἰώνιον.
16 Οὕτως
γὰρ
ἠγάπησεν
ὁ
θεὸς
τὸν
κόσμον,
ὥστε
τὸν
υἱὸν
τὸν
μονογενῆ
ἔδωκεν
ἵνα
πᾶς
ὁ
πιστεύων
εἰς
αὐτὸν
μὴ
ἀπόληται
ἀλλ'
ἔχῃ
ζωὴν
αἰώνιον.
17 οὐ
γὰρ
ἀπέστειλεν
ὁ
θεὸς
τὸν
υἱὸν
εἰς
τὸν
κόσμον,
ἵνα
κρίνῃ
τὸν
κόσμον,
ἀλλ'
ἵνα
σωθῇ
ὁ
κόσμος
δι'
αὐτοῦ.
18 ὁ
πιστεύων
εἰς
αὐτὸν
οὐ
κρίνεται·
ὁ
[δὲ]
μὴ
πιστεύων
ἤδη
κέκριται,
ὅτι
μὴ
πεπίστευκεν
εἰς
τὸ
ὄνομα
τοῦ
μονογενοῦς
υἱοῦ
τοῦ
θεοῦ.
19 αὕτη
δέ
ἐστιν
ἡ
κρίσις
ὅτι
τὸ
φῶς
ἐλήλυθεν
εἰς
τὸν
κόσμον
καὶ
ἠγάπησαν
οἱ
ἄνθρωποι
μᾶλλον
τὸ
σκότος
ἢ
τὸ
φῶς·
ἦν
γὰρ
αὐτῶν
πονηρὰ
τὰ
ἔργα.
20 πᾶς
γὰρ
ὁ
φαῦλα
πράσσων
μισεῖ
τὸ
φῶς
καὶ
οὐκ
ἔρχεται
πρὸς
τὸ
φῶς,
ἵνα
μὴ
ἐλεγχθῇ
τὰ
ἔργα
αὐτοῦ·
21 ὁ
δὲ
ποιῶν
τὴν
ἀλήθειαν
ἔρχεται
πρὸς
τὸ
φῶς,
ἵνα
φανερωθῇ
αὐτοῦ
τὰ
ἔργα
ὅτι
ἐν
θεῷ
ἐστιν
εἰργασμένα.
22 Μετὰ
ταῦτα
ἦλθεν
ὁ
Ἰησοῦς
καὶ
οἱ
μαθηταὶ
αὐτοῦ
εἰς
τὴν
Ἰουδαίαν
γῆν
καὶ
ἐκεῖ
διέτριβεν
μετ'
αὐτῶν
καὶ
ἐβάπτιζεν.
23 ἦν
δὲ
καὶ
ὁ
Ἰωάννης
βαπτίζων
ἐν
Αἰνὼν
ἐγγὺς
τοῦ
Σαλείμ,
ὅτι
ὕδατα
πολλὰ
ἦν
ἐκεῖ,
καὶ
παρεγίνοντο
καὶ
ἐβαπτίζοντο·
24 οὔπω
γὰρ
ἦν
βεβλημένος
εἰς
τὴν
φυλακὴν
[ὁ]
Ἰωάννης.
25 ἐγένετο
οὖν
ζήτησις
ἐκ
τῶν
μαθητῶν
Ἰωάννου
μετὰ
Ἰουδαίου
περὶ
καθαρισμοῦ.
26 καὶ
ἦλθον
πρὸς
τὸν
Ἰωάννην
καὶ
εἶπαν
αὐτῷ·
ῥαββί,
ὃς
ἦν
μετὰ
σοῦ
πέραν
τοῦ
Ἰορδάνου,
ᾧ
σὺ
μεμαρτύρηκας,
ἴδε
οὗτος
βαπτίζει
καὶ
πάντες
ἔρχονται
πρὸς
αὐτόν.
27 ἀπεκρίθη
Ἰωάννης
καὶ
εἶπεν·
οὐ
δύναται
ἄνθρωπος
λαμβάνειν
οὐδὲν / οὐδὲ
[ἓν]
ἐὰν
μὴ
ᾖ
δεδομένον
αὐτῷ
ἐκ
τοῦ
οὐρανοῦ.
28 αὐτοὶ
ὑμεῖς
μοι
μαρτυρεῖτε
ὅτι
εἶπον
ἐγὼ / ὅτι·
οὐκ
εἰμὶ
ἐγὼ
ὁ
Χριστός,
ἀλλ'
ὅτι
ἀπεσταλμένος
εἰμὶ
ἔμπροσθεν
ἐκείνου.
29 ὁ
ἔχων
τὴν
νύμφην
νυμφίος
ἐστίν·
ὁ
δὲ
φίλος
τοῦ
νυμφίου
ὁ
ἑστηκὼς
καὶ
ἀκούων
αὐτοῦ
χαρᾷ
χαίρει
διὰ
τὴν
φωνὴν
τοῦ
νυμφίου.
αὕτη
οὖν
ἡ
χαρὰ
ἡ
ἐμὴ
πεπλήρωται.
30 ἐκεῖνον
δεῖ
αὐξάνειν,
ἐμὲ
δὲ
ἐλαττοῦσθαι.
31 ὁ
ἄνωθεν
ἐρχόμενος
ἐπάνω
πάντων
ἐστίν·
ὁ
ὢν
ἐκ
τῆς
γῆς
ἐκ
τῆς
γῆς
ἐστιν
καὶ
ἐκ
τῆς
γῆς
λαλεῖ.
ὁ
ἐκ
τοῦ
οὐρανοῦ
ἐρχόμενος
ἐπάνω
πάντων
ἐστίν·
32 ὃ
ἑώρακεν
καὶ
ἤκουσεν
τοῦτο
μαρτυρεῖ,
καὶ
τὴν
μαρτυρίαν
αὐτοῦ
οὐδεὶς
λαμβάνει.
33 ὁ
λαβὼν
αὐτοῦ
τὴν
μαρτυρίαν
ἐσφράγισεν
ὅτι
ὁ
θεὸς
ἀληθής
ἐστιν.
34 ὃν
γὰρ
ἀπέστειλεν
ὁ
θεὸς
τὰ
ῥήματα
τοῦ
θεοῦ
λαλεῖ,
οὐ
γὰρ
ἐκ
μέτρου
δίδωσιν
τὸ
πνεῦμα.
35 ὁ
πατὴρ
ἀγαπᾷ
τὸν
υἱόν
καὶ
πάντα
δέδωκεν
ἐν
τῇ
χειρὶ
αὐτοῦ.
36 ὁ
πιστεύων
εἰς
τὸν
υἱὸν
ἔχει
ζωὴν
αἰώνιον·
ὁ
δὲ
ἀπειθῶν
τῷ
υἱῷ
οὐκ
ὄψεται
ζωήν,
ἀλλ'
ἡ
ὀργὴ
τοῦ
θεοῦ
μένει
ἐπ'
αὐτόν.