1 ἀδελφοί,
ἡ
μὲν
εὐδοκία
τῆς
ἐμῆς
καρδίας
καὶ
ἡ
δέησις
πρὸς
τὸν
θεὸν
ὑπὲρ
αὐτῶν
εἰς
σωτηρίαν.
2 μαρτυρῶ
γὰρ
αὐτοῖς
ὅτι
ζῆλον
θεοῦ
ἔχουσιν
ἀλλ'
οὐ
κατ'
ἐπίγνωσιν·
3 ἀγνοοῦντες
γὰρ
τὴν
τοῦ
θεοῦ
δικαιοσύνην
καὶ
τὴν
ἰδίαν
[δικαιοσύνην]
ζητοῦντες
στῆσαι,
τῇ
δικαιοσύνῃ
τοῦ
θεοῦ
οὐχ
ὑπετάγησαν.
4 τέλος
γὰρ
νόμου
Χριστὸς
εἰς
δικαιοσύνην
παντὶ
τῷ
πιστεύοντι.
5 Μωϋσῆς
γὰρ
γράφει
(ὅτι)
τὴν
δικαιοσύνην
τὴν
ἐκ
[τοῦ]
νόμου
[ὅτι]
ὁ
ποιήσας
[αὐτὰ]
ἄνθρωπος
ζήσεται
ἐν
αὐτῇ / αὐτοῖς.
6 ἡ
δὲ
ἐκ
πίστεως
δικαιοσύνη
οὕτως
λέγει·
μὴ
εἴπῃς
ἐν
τῇ
καρδίᾳ
σου·
τίς
ἀναβήσεται
εἰς
τὸν
οὐρανόν;
τοῦτ'
ἔστιν
Χριστὸν
καταγαγεῖν·
7 ἤ·
τίς
καταβήσεται
εἰς
τὴν
ἄβυσσον;
τοῦτ'
ἔστιν
Χριστὸν
ἐκ
νεκρῶν
ἀναγαγεῖν.
8 ἀλλὰ
τί
λέγει;
ἐγγύς
σου
τὸ
ῥῆμά
ἐστιν
ἐν
τῷ
στόματί
σου
καὶ
ἐν
τῇ
καρδίᾳ
σου,
τοῦτ'
ἔστιν
τὸ
ῥῆμα
τῆς
πίστεως
ὃ
κηρύσσομεν.
9 ὅτι
ἐὰν
ὁμολογήσῃς
(τὸ
ῥῆμα)
ἐν
τῷ
στόματί
σου
(ὅτι)
κύριος / κύριον
Ἰησοῦς / Ἰησοῦν
καὶ
πιστεύσῃς
ἐν
τῇ
καρδίᾳ
σου
ὅτι
ὁ
θεὸς
αὐτὸν
ἤγειρεν
ἐκ
νεκρῶν,
σωθήσῃ·
10 καρδίᾳ
γὰρ
πιστεύεται
εἰς
δικαιοσύνην,
στόματι
δὲ
ὁμολογεῖται
εἰς
σωτηρίαν.
11 λέγει
γὰρ
ἡ
γραφή·
πᾶς
ὁ
πιστεύων
ἐπ'
αὐτῷ
οὐ
καταισχυνθήσεται.
12 οὐ
γάρ
ἐστιν
διαστολὴ
Ἰουδαίου
τε
καὶ
Ἕλληνος,
ὁ
γὰρ
αὐτὸς
κύριος
πάντων,
πλουτῶν
εἰς
πάντας
τοὺς
ἐπικαλουμένους
αὐτόν·
13 πᾶς
γὰρ
ὃς
ἂν
ἐπικαλέσηται
τὸ
ὄνομα
κυρίου
σωθήσεται.
14 Πῶς
οὖν
ἐπικαλέσωνται
εἰς
ὃν
οὐκ
ἐπίστευσαν;
πῶς
δὲ
πιστεύσωσιν
οὗ
οὐκ
ἤκουσαν;
πῶς
δὲ
ἀκούσωσιν
χωρὶς
κηρύσσοντος;
15 πῶς
δὲ
κηρύξωσιν
ἐὰν
μὴ
ἀποσταλῶσιν;
καθ’απερ / καθὼς
γέγραπται·
ὡς
ὡραῖοι
οἱ
πόδες
τῶν
εὐαγγελιζομένων
[τὰ]
ἀγαθά.
16 ἀλλ'
οὐ
πάντες
ὑπήκουσαν
τῷ
εὐαγγελίῳ.
Ἠσαΐας
γὰρ
λέγει·
κύριε,
τίς
ἐπίστευσεν
τῇ
ἀκοῇ
ἡμῶν;
17 ἄρα
ἡ
πίστις
ἐξ
ἀκοῆς,
ἡ
δὲ
ἀκοὴ
διὰ
ῥήματος
Χριστοῦ.
18 ἀλλὰ,
λέγω
μὴ
οὐκ
ἤκουσαν;
μενοῦνγε·
εἰς
πᾶσαν
τὴν
γῆν
ἐξῆλθεν
ὁ
φθόγγος
αὐτῶν
καὶ
εἰς
τὰ
πέρατα
τῆς
οἰκουμένης
τὰ
ῥήματα
αὐτῶν.
19 ἀλλὰ
λέγω,
μὴ
Ἰσραὴλ
οὐκ
ἔγνω;
πρῶτος
Μωϋσῆς
λέγει·
ἐγὼ
παραζηλώσω
ὑμᾶς
ἐπ'
οὐκ
ἔθνει,
ἐπ'
ἔθνει
ἀσυνέτῳ
παροργιῶ
ὑμᾶς.
20 Ἠσαΐας
δὲ
ἀποτολμᾷ
καὶ
λέγει·
εὑρέθην
[ἐν]
τοῖς
ἐμὲ
μὴ
ζητοῦσιν,
ἐμφανὴς
ἐγενόμην
τοῖς
ἐμὲ
μὴ
ἐπερωτῶσιν.
21 πρὸς
δὲ
τὸν
Ἰσραὴλ
λέγει·
ὅλην
τὴν
ἡμέραν
ἐξεπέτασα
τὰς
χεῖράς
μου
πρὸς
λαὸν
ἀπειθοῦντα
καὶ
ἀντιλέγοντα.